Translation Tuesday: Chrysostom Week 9

Remember, although I attempted to provide a footnote for all words used 20x or less in the New Testament with a gloss, I may have missed some. Also, you may not know all words used more than 20x in the New Testament. Don’t let that stop you from participating. Just visit Perseus’ word study tool here, copy and paste the word you don’t know, and get morphological information and definitions for that word.

Vocabulary

Week 9: Homily 3, Section 1

Μάρτυς γάρ μοί ἐστιν ὁ θεὸς, ὡς ἐπιποθῶ[1] πάντας ὑμᾶς ἐν σπλάγχνοις[2] Ἰησοῦ Χριστοῦ. Καὶ τοῦτο προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει.[3] Εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα,[4] ἵνα ἦτε εἰλικρινεῖς[5] καὶ ἀπρόσκοποι[6] εἰς ἡμέραν χριστοῦ, πεπληρωμένοι καρῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ εἰς δόξαν καὶ ἔπαινον[7] θεοῦ.

α´.   Οὐχ ὡς ἀπιστούμενος[8] μάρτυρα καλεῖ τὸν θεὸν, ἀλλ᾽ ἐκ πολλῆς διαθέσεως[9] τοῦτο ποιεῖ, καὶ τῷ σφόδρα πεπεῖσθαι καὶ θαρρεῖν.[10] Ἐπειδὴ[11] γὰρ εἶπεν, ὅτι ἐκοινώνησαν[12] αὐτῷ, ἵνα μὴ νομίσωσιν,[13] ὅτι διὰ τοῦτο αὐτοὺς ποθεῖ,[14] καὶ οὐχ ἁπλῶς[15] ἐκείνων ἔνεκεν, διὰ τοῦτο ἐπήγαγεν,[16] ὅτι Ἐν σπλάγχνοις Χριστοῦ. Τί ἐστι, τοῦτο; Ἀντὶ τοῦ, Κατὰ Χριστόν· ἐπειδὴ πιστοί ἐστε, ἐπειδὴ φιλεῖτε τὸν Χριστὸν, διὰ τὴν κατὰ Χριστὸν ἀγάπην. Καὶ οὐκ εἶπεν ἀγάπην, ἀλλ᾽ ὃ θερμότερον[17] ἦν, σπλάγχνα Χριστοῦ· ὡσανεὶ[18] τοῦτο λέγων, τοῦ ὡς πατὴρ ὑμῶν γεγονότος διὰ τὴν συγγένειαν[19] τὴν κατὰ Χριστόν. Σπλάγχνα γὰρ ἡμῖν αὕτη χαρίζεται, σπλάγχνα θερμὰ καὶ διάπυρα·[20] τοῖς γὰρ γνησίοις[21] αὐτοῦ δούλοις σπλάγχνα χαρίζεται. Ἐν ἐκείνοις, φησὶ, τοῖς σπλάγχνοις· ὡς ἂν εἴ τις εἴποι· φιλῶ ὑμᾶς σπλάγχνοις οὐ φυσικοῖς,[22] ἀλλὰ τοῖς θερμοτέροις, τοῖς τοῦ Χριστοῦ. Ὡς ἐπιποθῶ, φησὶ, πάντας ὑμᾶς. Ἐπιποθῶ πάντας, ἐπειδὴ καὶ πάντες τοιοῦτοί ἐστε. Οὐ τοίνυν δυνατὸν εἰπεῖν πῶς ἐπιποθῶ· οὐ γὰρ δύναμαι παραστῆσαι τῷ λόγῳ τὸν πόθον· διὰ τοῦτο τῷ θεῷ καταλιμπάνω[23] εἰδέναι τῷ τὰς καρδίας ἐμβατεύοντι.[24] Οὐκ ἂν δὲ, εἰ ἐκολάκευεν[25] αὐτοὺς, τὸν θεὸν ἐκάλεσε μάρτυρα· οὐδὲ γὰρ ἀκίνδυνον[26] τοῦτο. Καὶ τοῦτο, φησὶ, προσεύχομαι, ἵνα ἡ ἀγάπη ὑμῶν ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Καλῶς· ἀκόρεστον[27] γὰρ ἀγαθὸν τοῦτο. Ὅρα πῶς φιλούμενος, ἔτι μᾶλλον ἐβούλετο φιλεῖσθαι. Ὁ γὰρ οὕτω φιλῶν, τὸν φιλούμενον οὐδαμοῦ τῆς ἀγάπης βούλεται ἵστασθαι· οὐ γὰρ ἔνι[28] μέτρον τούτο τοῦ καλοῦ. Ὅθεν ἀεί[29] αὐτὸ ὀφείλεσθαι βούλεται ὁ Παῦλος, Μηδενὶ, λέγων, μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾶν ἀλλήλους. Μέτρον ἀγάπης, τὸ μηδαμοῦ ἵστασθαι. Ἵνα ἡ ἀγάπη ὑμῶν, φησὶν, ἔτι μᾶλλον καὶ μᾶλλον περισσεύῃ. Ὅρα τὴν διάθεσιν[30] τῆς λέξεως.[31] Ἔτι μᾶλλον καὶ μᾶλλον, φησὶν, ἵνα περισσεύῃ ἐν ἐπιγνώσει καὶ πάσῃ αἰσθήσει.[32] Οὐχ ἁπλῶς τήν φιλίαν θαυμάζει, οὐδὲ ἁπλῶς τὴν ἀγάπην, ἀλλὰ τὴν ἐξ ἐπιγνώσεως· τουτέστιν, οὐχ ἵνα πρὸς ἄπαντας τῇ αὐτῇ χρήσησθε[33] ἀγάπῃ· τοῦτο γὰρ οὐκ ἀγάπης, ἀλλὰ ψυχρότητος.[34] Τί ἐστιν, Ἐν ἐπιγνώσει; Τουτέστι, μετὰ κρίσεως, μετὰ λογισμοῦ,[35] μετὰ τοῦ αἰσθάνεσθαι.[36] Εἰσὶ γάρ τινες ἀλόγως[37] φιλοῦντες, ἁπλῶς καὶ ὡς ἔτυχεν·[38] ὅθεν οὐδὲ σφοδρὰς εἶναι τὰς τοιαύτας φιλίας συμβαίνει.[39] Ἐν ἐπιγνώσει, φησὶ, καὶ πάσῃ αἰσθήσει, εἰς τὸ δοκιμάζειν ὑμᾶς τὰ διαφέροντα,[40] τουτέστι, τὰ συμφέροντα.[41] Οὐκ ἐμοῦ ἔνεκεν ταῦτα λέγω, φησὶν, ἀλλ᾽ ὑμῶν αὐτῶν· δέος[42] γὰρ μή τις παραφθαρῇ[43] ὑπὸ τῆς τῶν αἱρετικῶν[44] ἀγάπης. Τοῦτο γὰρ ὅλον αἰνίττεται[45] τῷ οὕτως εἰπεῖν. Καὶ ὄρα πῶς αὐτὸ τίθησιν· Οὐ δι᾽ ἐμὲ, φησὶ, ταῦτα λέγω, ἀλλ᾽ ἵνα ἦτε ὑμεῖς εἰλικρινεῖς·[46] τουτέστιν, Ἵνα μηδὲν νόθον[47] δόγμα τῷ τῆς ἀγάπης προσχήματι[48] παραδέχησθε.[49] Πῶς οὖν ἀλλαχοῦ[50] φησιν, Εἰ δυνατὸν, μετὰ πάντων ἀνθρώπων εἰρηνεύετε;[51] Εἰρηνεύετε, εἶπεν, οὐ τοῦτο δηλῶν,[52] ὅτι Οὐκ οὕτως ἀγαπᾶτε, ὥστε ὑπὸ τῆς φιλίας βλάπτεσθαι.[53] Εἰ γὰρ ὁ ὀφθαλμός σου ὁ δέξιὸς σκανδαλίζει σε, φησὶν, ἔκκοψον[54] αὐτὸν, καὶ βάλε ἀπὸ σοῦ· ἀλλ᾽, Ἵνα ἦτε εἰλικρινεῖς, τὸ κατὰ θεὸν δηλονότι, καὶ ἀπρόσκοποι,[55] τὸ κατὰ ἀνθρώπους. Πολλοὺς γὰρ πολλάκις αἱ φιλίαι βλάπτουσιν. Εἰ γὰρ σὲ οὐδὲν βλάπτει, φησὶν, ἀλλ᾽ ἕτερος προσκόπτει.[56] Εἰς ἡμέραν Χριστοῦ· τουτέστιν, Ἵνα τότε εὑρεσθῆτε καθαροὶ, μηδένα σκανδαλίσαντες· Πεπληρωμένοι καρπῶν δικαιοσύνης τῶν διὰ Ἰησοῦ Χριστοῦ, εἰς δόξαν καὶ ἔπαινον θεοῦ· τουτέστι μετὰ τῶν δογμάτων καὶ βίον ὀρθὸν[57] ἔχοντες. Οὐ γὰρ ἁπλῶς ὀρθὸν εἶναι χρὴ,[58] ἀλλὰ πεπληρῶσθαι καρτῶν δικαιοσύνης. Ἔστι γὰρ δικαιοσύνη, ἀλλ᾽οὐ κατὰ Χριστὸν, οἷον βίος ἁπλῶς ἐνάρετος·[59] ἀλλὰ. Τῶν διὰ Ἰησοῦ Χριστοῦ, φησὶν, εἰς δόξαν καὶ ἔπαινον θεοῦ. Ὄρᾷς ὅτι οὐ τὴν ἐμαυτοῦ δόξαν λέγω, ἀλλὰ τὴν τοῦ θεοῦ δικαιοσύνην; Πολλαχοῦ δὲ δικαιοσύνην καὶ τὴν ἐλεημοσύνην[60] λέγε. Μὴ παραβλαπτέτω[61] ὑμᾶς, φησὶν, ἡ ἀγάπη πρὸς τὸ εἰδέναι τὰ συμφέροντα, μηδὲ, ἐπειδὴ τὸν δεῖνα[62] φιλεῖς, καταπέσῃς.[63] Βούλομαι μὲν αὐξάνεσθαι τὴν ἀγάπην ὑμῶν, οὐχ οὕτω μέντοι,[64] ὡς καὶ βλάπτεσθαι· καὶ οὐχ ἁπλῶς βούλομαι προλήψει,[65] ἀλλὰ δοκιμάσαντας, εἰ ἡμεῖς καλῶς λέγομεν. Καὶ οὐκ εἶπεν, Ἵνα τὰ ἡμέτερα αἰρῆσθε, ἀλλ᾽, Ἵνα δοκιμάζητε. Καὶ οὐκ εἶπε φανερῶς.[66] Μὴ τῷ δεῖνι πλησιάζετε·[67] ἀλλὰ, Πρὸς τὸ συμφέρον βούλομαι ὑμῖν τὴν ἀγάπην γίνεσθαι, οὐχ ἵνα ἀναισθήτως[68] διακέησθε. Ἀνόητον[69] γὰρ, εἰ μὴ διὰ Χριστὸν τὴν δικαιοσύνην ἐργάζεσθε, καὶ δἰ αὐτοῦ. Ἰδοὺ τὸ, Δι᾽ αὐτοῦ, πάλιν. Ἆρα οὖν ὑπουργῷ[70] κέχρηται[71] τῷ θεῷ; Ἄπαγε·[72] οὐχ ἵνα ἐγὼ. φησὶν, ἐπαινεθῶ,[73] οὕτως εἶπον, ἀλλ᾽ ἵνα ὁ θεὸς δοξάζηται. Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ἀδελφοὶ, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν[74] τοῦ Εὐαγγελίου ἐλήλυθεν. Ὥστε τοὺς δεσμοὺς[75] μου φανεροὺς ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ,[76] καὶ τοῖς λοιποῖς πᾶσιν.


[1] ἐπιποθῶ from ἐπιποθέω “to greatly desire”

[2] σπλάγχνοις from σπλάγχνον “entrails, heart, affection”

[3] αἰσθήσει from αἴσθησις “judgment, perception, knowledge, discernment”

[4] διαφέροντα from διαφέρω “to be better, differ, spread, carry over”

[5] εἰλικρινεῖς from εἰλικρινής “pure, sincere”

[6] ἀπρόσκοποι from ἀπρόσκοπος “blameless, offense”

[7] ἔπαινον from ἔπαινος “praise”

[8] ἀπιστούμενος from ἀπιστέω “to disbelieve, distrust”

[9] διαθέσεως from διάθεσις “affection, disposition”

[10] θαρρεῖν from θαρρέω “courageous, brave, courage”

[11] Ἐπειδὴ from ἐπειδή “since, because, for”

[12] ἐκοινώνησαν from ἐκοινωνέω “to share, take part”

[13] νομίσωσιν from νομίζω “to think, suppose”

[14] ποθεῖ from ποθέω “to desire”

[15] ἁπλῶς from ἁπλῶς “simple, simply”

[16] ἐπήγαγεν from ἐπάγω “to bring upon”

[17] θερμότερον from θερμός “warm, hot”

[18] ὡσανεὶ from ὡσανεί “as though”

[19] συγγένειαν from συγγένεια “kindred, family”

[20] διάπυρα from διάπυρος “red-hot, fiery”

[21] γνησίοις from γνήσιος “genuine”

[22] φυσικοῖς from φυσικός “natural, native, physical”

[23] καταλιμπάνω from καταλιμπάνω “to leave, leave behind, forsake”

[24] ἐμβατεύοντι from ἐμβατεύω “to step in, enter into”

[25] ἐκολάκευεν from κολακεύω “to flatter”

[26] ἀκίνδυνον from ἀκίνδυνος “free from danger”

[27] ἀκόρεστον from ἀκόρεστος “insatiate”

[28] ἔνι from ἔνειμι “to be in, be there”

[29] ἀεί from ἀεί  “always”

[30] διάθεσιν from διάθεσις “arrangement, disposition”

[31] λέξεως from λέξις “speech, expression, dialect”

[32] αἰσθήσει from αἰσθήσις “judgment, perception, knowledge”

[33] χρήσησθε from χράομαι “to use, warn, declare”

[34] ψυχρότητος from ψυχρότης “lack of feeling, cold, coldness”

[35] λογισμοῦ from λογισμός “thought, deliberation, reasoning, reason”

[36] αἰσθάνεσθαι from αἰσθάνομαι “to perceive”

[37] ἀλόγως from ἀλόγως “stupid, unreasonably, irrationally”

[38] ἔτυχεν from τυγχάνω “to obtain, happen, hit upon”

[39] συμβαίνει from συμβαίνω “to happen, befall”

[40] διαφέροντα from διαφέρω “to be better, differ, spread, carry over”

[41] συμφέροντα from συμφέρω “to be better, bring together”

[42] δέος from δέος “awe, fear”

[43] παραφθαρῇ from παραφθείρω “to destroy”

[44] αἱρετικῶν from αἱρετικός “heretic”

[45] αἰνίττεται from αἰνίσσομαι “to hint, speak in riddles, speak darkly”

[46] εἰλικρινεῖς from εἰλικρινής “unmixed, without alloy, pure”

[47] νόθον from νόθος “illegitimate, spurious, counterfeit”

[48] προσχήματι from πρόσχημα “pretext, that which is held before”

[49] παραδέχησθε from παραδέχομαι “to receive”

[50] ἀλλαχοῦ from ἀλλαχοῦ “elsewhere”

[51] εἰρηνεύετε from εἰρηνεύω “to have peace”

[52] δηλῶν from δηλόω “to make visible”

[53] βλάπτεσθαι from βλάπτω “to harm”

[54] ἔκκοψον from ἐκκόπτω “to cut off, cut down, destroy”

[55] ἀπρόσκοποι from ἀπρόσκοπος “blameless, offense”

[56] προσκόπτει from προσκόπτω “to strike against, stumble”

[57] ὀρθὸν from ὀρθός “straight, upright, erect”

[58] χρὴ from χράομαι from “to use, warn, declare”

[59] ἐνάρετος from ἐνάρετος “virtue”

[60] ἐλεημοσύνην from ἐλεημοσύνη “pity, alms”

[61] παραβλαπτέτω from παραβλάπτω “to disable, hinder”

[62] δεῖνα from δεῖνα “such a person, a certain person”

[63] καταπέσῃς from καταπίπτω “to fall down”

[64] μέντοι from μέντοι “but, nevertheless”

[65] προλήψει from προλαμβάνω “to do ahead of time, be surprised”

[66] φανερῶς from φανερῶς “clearly, openly, publicly”

[67] πλησιάζετε from πλησιάζω “to come near, approach”

[68] ἀναισθήτως from ἀναίσθητος “without feeling, sense”

[69] Ἀνόητον from ἀνόητος “foolish”

[70] ὑπουργῷ from ὑπουργός “assistant, rendering service, serviceable, conducive to”

[71] κέχρηται from χράω “to use”

[72] Ἄπαγε from ἀπάγω “to lead away”

[73] ἐπαινεθῶ from ἐπαινέω “to praise, commend”

[74] προκοπὴν from προκοπή “progress, success”

[75] δεσμοὺς from δεσμός “chains, bonds, imprisonment”

[76] πραιτωρίῳ from πραιτωρίον “praetorian”

This entry was posted in Early Church Writings, Greek, Greek Resources, Translation Tuesdays and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s