Translation Tuesday: Chrysostom Week 10

Remember, although I attempted to provide a footnote for all words used 20x or less in the New Testament with a gloss, I may have missed some. Also, you may not know all words used more than 20x in the New Testament. Don’t let that stop you from participating. Just visit Perseus’ word study tool here, copy and paste the word you don’t know, and get morphological information and definitions for that word.

Vocabulary

Week 10: Homily 3, Section 2

β´.    Εἰκὸς ἦν ἀκούσαντας ὅτι δέδεται, ἀλγεῖν,[1] καὶ νομίζειν[2] ἐγκόπτεσθαι[3] τὸ κήρυγμα.[4] Τί οὖν ποιεῖ; Εὐθέως ταύτην ἀναιρεῖ τὴν ὑποψίαν,[5] καί φησι· Τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν[6] τοῦ Εὐαγγελίου ἐλήλυθε. Καὶ τοῦτο δὲ φιλοῦντος, τὸ τὰ καθ᾽ ἑαυτὸν δηλοῦν[7] αὐτοῖς, ἅτε μεριμνῶσι.[8] Τί λέγεις; δέδεσαι, ἐνεποδίσθης,[9] καὶ πῶς τὸ Εὐαγγέλιον ἐπιδίδωσιν;[10] ὥστε τοὺς δεσμούς[11] μου, φησὶ, φανεροὺς[12] γενέσθαι τοὺς ἐν Χριστῷ ἐν ὅλῳ τῷ πραιτωρίῳ. Τοῦτο οὐ μόνον οὐκ ἐπεστόμισε[13] τοὺς ἄλλους οὐδὲ δειλοὺς[14] ἐποίησεν, ἀλλ᾽ αὐτὸ τοῦτο καὶ μᾶλλον παρεθάρρυνεν.[15] Εἰ τοίνυν οἱ πλησίον[16] ὄντες τῶν κινδύνων[17] μόνον οὐδὲν ἐβλάβησαν,[18] ἀλλὰ καὶ πλέον[19] θάρσος[20] ἔλαβον, πολλῷ μᾶλλον ὑμᾶς θαρρεῖν[21] χρή.[22] Εἰ μὲν γὰρ δεθεὶς ἀθλίως[23] ἤνεγκε, καὶ ἐσίγησεν,[24] εἰκὸς ἦν καὶ ἐκείνους τὸ αὐτὸ παθεῖν· εἰ δὲ δεθεὶς πλέον ἐπαρρησιάζετο,[25] μᾶλλον αὐτοῖς θάρσος ἔδωκεν, ἢ εἰ μὴ ἐδέθη. Πῶς δὲ εἰς προκοπὴν τοῦ Εὐαγγελίου γέγονε τὰ δεσμά; Ὁ θεὸς τοῦτο ᾠκονόμησε, φησὶν, ὥστε μὴ λαθεῖν[26] τοὺς ἐμοὺς δεσμοὺς, τοὺς ἐν Χριστῷ, τοὺς διὰ Χριστὸν, Ἐν ὅλῳ τῷ πραιτωρίῳ.[27] Τέως[28] γὰρ οὕτως ἐκάλουν τὰ βασίλεια. Οὐδὲ ἐν τῷ πραιτωρῳ μόνον, ἀλλὰ καὶ ἐν τῇ πόλει, φησὶ, πάσῃ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ πεποιθότας τοῖς δεσμοῖς μου περισσοτέρως[29] τολμᾶν[30] ἀφόβως τὸν λόγον λαλεῖν. Δείκνυσι τοῦτο, ὅτι καὶ πρότερον[31] ἐθάρρουν, καὶ μετὰ παρρησίας διελέγοντο,[32] νῦν δὲ πολλῷ πλέον. Εἰ ἄλλοι τοίνυν, φησὶ, διὰ τοὺς ἐμοὺς δεσμοὺς θαρροῦσι, πολλῷ μᾶλλον ἐγώ· εἰ ἄλλοις εἰμὶ αἴτιος[33] θάρσους, πολλῷ μᾶλλον ἐμαυτῷ. Καὶ τοὺς πλείονας τῶν ἀδελφῶν ἐν Κυρίῳ. Ἐπειδὴ μέγα ἦν τὸ εἰπεῖν, ὅτι Οἱ ἐμοὶ δεσμοὶ θάρσος αὐτοῖς παρεῖχον,[34] διὰ τοῦτο προλαβὼν[35] εἶπεν· Ἐν Κυρίῳ. Ὁρῷς πῶς καὶ ἀνάγκην ἔχων τοῦ μεγαληγορεῖν,[36] τοῦ μετριάζειν[37] οὐκ ἀφίσταται;[38] Περισσοτέρως τολμᾷν, φησὶν, ἀφόβως τὸν λόγον λαλεῖν. Τὸ, περισσοτέρως, δεικνύντος ἐστὶν, ὅτι ἤδη ἤρξαντο. Τινὲς μὲν καὶ διὰ φθόνον[39] καὶ ἔριν,[40] τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν[41] τὸν Χριστὸν κηρύσσουσι. Τί δὴ τοῦτό ἐστιν, ἄξιον μαθεῖν. Ἐπειδὴ κατεσχέθη[42] ὁ Παῦλος, τὸν πόλεμον ἐγεῖραι βουλόμενοι σφοδρὸν τὸν παρὰ τοῦ βασιλέως πολλοὶ τῶν ἀπίστων, καὶ αὐτοὶ τὸν Χριστὸν ἐκήρυττον· ὥστε μείζονα γενέσθαι τῷ βασιλεῖ τὴν ὀργὴν, ἅτε τοῦ κηρύγματος διασπειρομένου,[43] καὶ εἰς τὴν τοῦ Παύλου κεφαλὴν τὸ πᾶν ἐλθεῖν τοῦ θυμοῦ. Δύο ποίνυν προφάσεων[44] γεγόνασιν οἱ δεσμοὶ αἴτιοι. Τοῖς μὲν γὰρ θάρσος παρεῖχον πολὺ, τοὺς δὲ εἰς ἐλπίδα ἄγοντες τῆς ἐμῆς ἀπωλείας,[45] παρεσκεύασαν[46] κηρύττειν τὸν Χριστόν. Τίνες μὲν διὰ φθόνον· τουτέστι, φθονοῦντες τῇ δόξῃ τῇ ἐμῇ καὶ τῇ ἐνστάσει, καὶ βουλόμενοί με ἀπολέσθαι καὶ ἐρίζοντές μοι, συμπράττουσιν[47] ἐμοί· ἢ ὥστε καὶ αὐτοὶ τιμᾶσθαι, καὶ οἰόμενοι παρασπᾷν[48] τι τῆς δόξης τῆς ἐμῆς. Τινὲς δὲ καὶ δι᾽ εὐδοκίαν τουτέστι, χωρὶς ὑποκρίσεως,[49] ἀπὸ προθυμίας[50] ἀπάσης. Οἰ μὲν ἐξ ἐριθείας[51] τὸν Χριστὸν καταγγέλλουσιν οὐκ ἀγνῶς·[52] τουτέστιν, οὐκ εἰλικρινῶς,[53] οὐδὲ δι᾽ αὐτὸ τὸ πρᾶγμα, ἀλλὰ διὰ τί; Οἰόμενοι[54] θλῖψιν ἐπιφέρειν[55] τοῖς δεσμοῖς μου. Νομίζοντες γὰρ οὕτω με εἰς μείζονα ἐμπεσεῖσθαι[56] κίνδυνον,[57] θλίψιν ἐπαγουσιν[58] ἐπὶ θλίψει. Ὤ τῆς ὠμότητος[59]! ὢ τῆς διαβολικῆς[60] ἐνεργείας![61] δεδεμένον ἑώρων καὶ ἐμβεβλημένον[62] εἰς δεσμωτήριον,[63] καὶ ἔτι ἐφθόνουν· αὔξειν[64] αὐτῷ τὰ τῶν συμφορῶν[65] ἤθελον, καὶ μείζονος ὀργῆς ὑπεύθυνον[66] καθιστᾷν. Καὶ καλῶς εἶπε τὸ, Οἰόμενοι· οὐ γὰρ οὕτως ἐξέβαινεν.[67] Ἐκεῖνοι μὲν γὰρ ἐνόμιζόν με τούτῳ λυπεῖν, ἐγὼ δὲ ἔχαιρον ὅτι τὸ κήρυγμα ἐπεδίδου. Οὕτως ἔνι, ἔργον ποιῆσαι ἀγαθὸν οὐκ ἀπὸ προαιρέσεως[68] ἀγαθῆς· καὶ οὐ μόνον οὐ κεῖται μισθὸς ὑπὲρ τούτου, ἀλλὰ καὶ κόλασις.[69] Ἐπειδὴ γὰρ μείζοσι κινδύνοις περιβαλεῖν τὸν τοῦ Χριστοῦ κήρυκα βουλόμενοι, τὸν Χριστὸν ἐκήρυττον, οὐ μόνον οὐ λήψονται μισθὸν, ἀλλὰ καὶ τιμωρίας[70] ἔσονται ὑπεύθυνοι καὶ κολάσεως. Οἱ δὲ ἐξ ἀγάπης, εἰδότες ὅτι εἰς ἀπολογίαν[71] τοῦ Εὐαγγελίου κεῖμαι. Τί ἐστιν, Ὅτι εἰς ἀπολογίαν τοῦ Εὐαγγελίου κεῖμαι; Τουτέστι, τὰς εὐθύνας μοι ὑποτέμνοντες[72] τὰς πρὸς τὸν θεὸν, καὶ συναντιλαμβανόμενοί[73] τι εἰς ἀπολογίαν. Ὃ λέγει, τοῦτό ἐστι· Προσετάγην[74] κηρῦξαι· μέλλω διδόναι εὐθύνας, καὶ ἀπολογεῖσθαι[75] ὑπὲρ τοῦ ἔργου, οὗ προσετάγην· ὥστε οὖν μοι τὴν ἀπολογίαν γενέσθαι εὔκολον, συναντιλαμβάνονταί μοι. Ἐὰν γὰρ εὑρεθῶσι πολλοὶ κατηχηθέντες[76] πιστεύσαντες, εὔκολός μοι ἡ ἀπολογία ἔσται. Τί γάρ; πλὴν παντὶ τρόπῳ,[77] εἴτε προφάσει,[78] εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Ὅρα τὸ φιλόσοφον[79] τοῦ ἀνδρός· οὐ σφόδρα αὐτῶν κατηγόρησεν, ἀλλ᾽ εἶπε τὸ γινόμενον. Τί γὰρ, φησὶν, ἐμοὶ διαφέρει,[80] ἂν τε οὕτως, ἂν τε ἐκείνως; πλὴν παντὶ τρόπῳ εἴτε προφάσει, εἴτε ἀληθείᾳ Χριστὸς καταγγέλλεται. Οὐκ εἶπε, Καταγγελλέσθω, νομοθετῶν, ἀλλὰ πρῶτον μὲν τὸ συμβαῖνον ἀπήγγειλε, δεύτερον δὲ, εἰ καὶ νομοθετῶν ἔλεγεν, οὐδὲ οὕτω τὰς αἰρέσεις εἰσῆγεν.[81]


[1] ἀλγεῖν from ἀλγέω “to suffer, feel grief”

[2] νομίζειν from νομίζω “to think, suppose”

[3] ἐγκόπτεσθαι from ἐγκόπτω “to cut off, hinder”

[4] κήρυγμα from κήρυγμα “preaching, proclamation”

[5] ὑποψίαν from ὑποψία “suspicion”

[6] προκοπὴν from προκοπή “progress”

[7] δηλοῦν from δηλόω “to make clear, declare”

[8] μεριμνῶσι from μεριμνάω “to be anxious for”

[9] ἐνεποδίσθης from ἐμποδίζω “to put feet in bonds”

[10] ἐπιδίδωσιν from ἐπιδίδωμι “to give, advance”

[11] δεσμούς from δεσμός “chains, bonds, imprisonment”

[12] φανεροὺς from φανερός “known, plain”

[13] ἐπεστόμισε from ἐπιστομίζω “to silence”

[14] δειλοὺς from δειλός “cowardly, afraid”

[15] παρεθάρρυνεν from παραθαρσύνω “to encourage”

[16] πλησίον from πλησίον “near, neighbor”

[17] κινδύνων from κινδύνεύω “to be in danger”

[18] ἐβλάβησαν from βλάπτω “to harm”

[19] πλέον from πλέος “full”

[20] θάρσος from θάρσος “courage”

[21] θαρρεῖν from θαρσέω “to be confident, courageous”

[22] χρή from χραόμαι “to make use, warn, declare”

[23] ἀθλίως from ἄθλιος “winning the prize”

[24] ἐσίγησεν from σιγάω “to be silent”

[25] ἐπαρρησιάζετο from παρρησιάζομαι “to speak with boldness”

[26] λαθεῖν from λανθάνω “to forget, hide”

[27] πραιτωρίῳ from πραιτωρίον “praetorian”

[28] Τέως from τεός “up until this time”

[29] περισσοτέρως from περισσοτέρως “even more so”

[30] τολμᾶν from τολμάω “to dare, act rashly”

[31] πρότερον from πρότερος “former, formerly”

[32] διελέγοντο from διαλέγω “to dispute, discuss”

[33] αἴτιος from αἴτιος “cause, source, reason”

[34] παρεῖχον from παρέχω “to provide, cause, grant, present”

[35] προλαβὼν from προλαμβάνω “to do ahead of time, be surprised”

[36] μεγαληγορεῖν from μεγαληγορέω “to talk big, boast”

[37] μετριάζειν from μετριάζω “to be moderate, keep measure”

[38] ἀφίσταται from ἀφίστημι “to withdraw, remove, depart, leave”

[39] φθόνον from φθόνος “envy”

[40] ἔριν from ἔρις “strife”

[41] εὐδοκίαν from εὐδοκία “good pleasre, good will, approval, satisfaction”

[42] κατεσχέθη from κατέχω “to hold, withhold”

[43] διασπειρομένου from διασπείρω “to scatter abroad”

[44] προφάσεων from πρόφασις “motive”

[45] ἀπωλείας from ἀπώλεια “destruction, ruin”

[46] παρεσκεύασαν from παρεσκευάζω “to prepare”

[47] συμπράττουσιν from συμπράσσω “to help, assist”

[48] παρασπᾷν from παρασπάω “draw forcibly aside, wrest aside”

[49] ὑποκρίσεως from ὑποκρίσις “hypocrisy”

[50] προθυμίας from προθυμία “willingness, eagerness, goodwill”

[51] ἐριθείας from ἐριθεία “strife”

[52] ἀγνῶς from ἀγνῶς “sincerely, purely”

[53] εἰλικρινῶς from εἰλικρινής “sincere”

[54] Οἰόμενοι from οἴομαι “to suppose, thinking”

[55] ἐπιφέρειν from ἐπιφέρω “to bring, give, carry”

[56] ἐμπεσεῖσθαι from ἐμπίπτω “to fall in, fall upon, attack”

[57] κίνδυνον from κίνδυνος “danger, peril”

[58] ἐπαγουσιν from ἐπάγω “to bring upon”

[59] ὠμότητος from ὠμότης “crudeness, cruelness”

[60] διαβολικῆς from διαβολικός “slanderous”

[61] ἐνεργείας from ἐνεργεία “working, action, energy”

[62] ἐμβεβλημένον from ἐμβάλλω “to throw in, lay in, set”

[63] δεσμωτήριον from δεσμωτήριον “prison”

[64] αὔξειν from αὔξω “to increase, grow”

[65] συμφορῶν from σύνφορος “accompanying, bringing together”

[66] ὑπεύθυνον from ὑπεύθυνος “liable to give account for”

[67] ἐξέβαινεν from ἐκβαίνω “to go out”

[68] προαιρέσεως from προαιρέω “to take out, choose, prefer, decide”

[69] κόλασις from κόλασις “punishment”

[70] τιμωρίας from τιμωρία “punishment”

[71] ἀπολογίαν from ἀπολογία “defense”

[72] ὑποτέμνοντες from ὑποτέμνω “to cut away, cut off”

[73] συναντιλαμβανόμενοί from συναντιλαμβάνομαι “to assist, help”

[74] Προσετάγην from προστάσσω “to command”

[75] ἀπολογεῖσθαι from ἀπολογέομαι “to defend oneself”

[76] κατηχηθέντες from κατέχω “to hold, withhold”

[77] τρόπῳ from τρόπος “way, manner”

[78] προφάσει from πρόφασις “motive, false motive, excuse, pretext”

[79] φιλόσοφον from φιλόσοφος “philosophy, philosopher”

[80] διαφέρει from διαφέρω “to be better, differ, spread, carry over”

[81] εἰσῆγεν from εἰσάγω “to bring in, introduce”

This entry was posted in Early Church Writings, Greek, Greek Resources, Translation Tuesdays and tagged , , , . Bookmark the permalink.

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out /  Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out /  Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out /  Change )

Connecting to %s