Remember, although I attempted to provide a footnote for all words used 20x or less in the New Testament with a gloss, I may have missed some. Also, you may not know all words used more than 20x in the New Testament. Don’t let that stop you from participating. Just visit Perseus’ word study tool here, copy and paste the word you don’t know, and get morphological information and definitions for that word.
Vocabulary
- Chrysostom-Week 8 (Quizlet)
- Chrysostom-Week 8 (.docx)
Week 8: Homily 2, Section 5
ε´. Ἵνα δὲ εἰδῆτε ὅτι ὑμῶν ἔνεκεν πάντα καὶ λέγω καὶ ποιῶ, οὐ τῆς ἑτέρων ἀναπαύσεως[1] κηδόμενος·[2] εἴ τίς ἐστι τῶν προεστώτων[3] Ἐκκήσίας ἐν ἀφθονίᾳ[4] ζῶν, καὶ μηδενὸς δεόμενος,[5] κἂν ἅγιος ᾖ, μὴ δῷς, ἀλλὰ προτίμησον[6] ἐκείνου τὸν ἐν ἀδείᾳ[7] ὄντα, κἂν μὴ οὕτω; ᾖ θαυμαστός. Τί δήποτε;[8] Ὅτι καὶ ὁ Χριστὸς οὕτοι βούλεται, ὡς ὅταν λέγῃ· Ἐὰν ποιῇς δεῖπνον,[9] ἢ ἄριστον,[10] μὴ καλέσῃς τοὺς φίλους σου, μηδὲ τοὺς συγγενεῖς,[11] ἀλλὰ τοὺς ἀναπήρους,[12] τοὺς χωλοὺς,[13] τοὺς τυφλοὺς, τοὺς μὴ δυναμένους ἀνταποδοῦναι[14] σοι. Οὐ γὰρ ἁπλῶς[15] δεῖ τὰς τοιαύτας δεξιώσεις[16] ποιεῖν, ἀλλὰ τοῖς πεινῶσιν, ἀλλὰ τοῖς διψῶσιν,[17] ἀλλὰ τοῖς γυμνητεύουσιν,[18] ἀλλὰ τοῖς ξένοις,[19] ἀλλὰ τοῖς ἀπὸ πλούτου πτωχεύσασιν.[20] Οὐ γὰρ εἶπεν ἁπλῶς, Ἐτράφην,[21] ἀλλ᾽, Ἐπείνων· Πεινῶντά με γὰρ, φησὶν, εἶδετε, καὶ ἐθρέψατε. Διπλοῦν[22] τὸ δικαίωμα·[23] εἰ δὲ τὸν ἁπλῶς πεινῶντα δεῖ τρέφειν, πολλῷ μᾶλλον, ὅταν καὶ ἅγιος ὁ πεινῶν ᾖ. Ἂν τοίνυν ἅγιος μὲν ᾖ, μὴ δέηται δὲ, μὴ δῷς· οὐ γὰρ κέρδος[24] τοῦτο· οὐδὲ γὰρ ἐπέταξεν[25] ὁ Χριστὸς, μᾶλλον δὲ οὐδὲ ἅγιος ἐκεῖνο; ὁ ἐν ἀφθονίᾳ ὤν, καὶ λαμβάνων. Ὁρᾷς, ὅτι οὐκ αἰσχροκερδείας[26] ἕνεκεν ἡμῖν ταῦτα λέλεκται, ἀλλὰ τοῦ ὑμῖν λυσιτελοῦντος;[27] θρέψον τὸν πεινῶντα, ἵνα μὴ θρέψῃς τὸ τῆς γεέννης πῦρ· ἐκεῖνος ἐσθίων ἀπὸ τῶν σῶν, καὶ λείψανα[28] ἁγιάζει. Ἐννόησον[29] πῶς ἔτρεφε τὸν Ἠλίαν ἡ χήρα· οὐκ ἔθρεψε μᾶλλον, ἢ ἔλαβε. Τοῦτο καὶ νῦν γίνεται καὶ πολλῷ μεῖζον. Οὐ γὰρ ὑδρία[30] ἀλεύρου,[31] οὐδὲ καμψάκης[32] ἐλαίου, ἀλλὰ τί; ἐκατονταπλασίονα,[33] καὶ ζωὴ αἰώνιος τοῖς τοιούτοις ἡ ἀμοιβή.[34] Ἔλεος ὁ τοῦ θεοῦ, ἡ τροφὴ ἡ πνευματικὴ γίνῃ. ζύμη[35] καθαρά. Χήρα ἦν ἐκείνη, λιμὸς[36] ἐπέκειτο,[37] καὶ οὐδὲν τούτων αὐτὴν ἐκώλυσε·[38] παῖδες ἦσαν αὐτῇ, καὶ οὐδὲ οὕτως ἐνεποδίσθη.[39] Αὕτη τῆς τὰ δύο καταβαλούσης[40] λεπτὰ[41] ἴση γέγονεν. Οὐκ εἶπε πρὸς ἑαυτὴν, Τί ἀπὸ τούτου λήψομαι;[42] αὐτὸς ἐμοῦ δεῖται· εἴ τινα ἰσχὺν εἶχεν, οὐκ ἂν ἐλίμωξεν,[43] ἔλυσεν ἂν τὸν αὐχμὸν,[44] οὐκ ἂν ὑπεύθυνος[45] ἦν τοῖς αὐτοῖς· προσκρούει[46] ἴσως καὶ αὐτὸς τῷ θεῷ. Οὐδὲν τούτων ἐνενόησεν. Ὁρᾷς πόσον ἀγαθόν ἐστι μετὰ ἁπλότητος[47] εὖ πάσχοντα; Εἰ ἤθελε πολυπραγμονῆσαι,[48] ἐδίστασεν[49] ἂν, οὐκ ἂν ἐπίστευσεν. Οὕτω καὶ Ἀβραὰμ, εἰ ἤθελε πολυπραγμονῆσαι, οὐκ ἂν ἐδέξατο ἀγγέλους. Οὐ γὰρ ἔστιν, οὐκ ἔστι τὸν ἐν τούτοις ἀκριβολογούμενον[50] ἐπιτυχεῖν[51] ἁγίου ποτὲ, ἀλλ᾽ ὁ τοιοῦτος μάλιστα ἐμπίπτει[52] εἰς ἐπιθέτας.[53] Καὶ πῶς, ἐγὼ λέγω· Ὁ εὐλαβὴς[54] οὐ βούλεται φαίνεσθαι εὐλαβὴς, καὶ οὐ περιτίθησιν[55] ἑαυτῷ σχῆμα,[56] κἂν μέλλῃ διαπτύεσθαι·[57] ὁ δὲ ἐπιθέτης, ἅτε[58] τέχνην[59] τὸ πρᾶγμα ἔχων, πολλὴν εὐλάβειαν καὶ δυσφώρατον περιτίθεται. Ὥστε ὁ μὲν καὶ τοῖς δοκοῦσιν ἀνευλαβέσιν[60] εὖ ποιῶν, τοῖς εὐλαβέσι περιπεσεῖται· ὁ δὲ τοὺς νομιζομένους εὐλαβεῖς ἐπιζητῶν, ἀνευλαβέσιν ἐμπεσεῖται πολλάκις. Διὸ, παρακαλῶ, ἐν ἀπλότητι πάντα πράττωμεν. θῶμεν γὰρ ὅτι καὶ ἐπιθέτης ἐστὶν ὁ προσιών·[61] οὐκ ἐκελεύσθης[62] ταῦτα περιεργάζεσθαι.[63] Παντὶ γὰρ, φησὶ, τῷ αἰτοῦντί σε δίδου· καὶ, Ἐκπριοῦν[64] κτεινόμενον[65] μὴ φείσῃ·[66] καίτοι οἱ πλείους[67] τῶν ἀναιρουμένων ἐπὶ κακοῖς ἁλισκόμενοι[68] τοῦτο ὑπομένουσιν,[69] ἀλλὰ, Μὴ φείσῃ, φησίν. Οὕτω γὰρ ὅμοιοι ἐσόμεθα τῷ θεῷ, οὕτω θαυμασθησόμεθα, καὶ τῶν ἀθανάτων[70] ἐπιτευξόμεθα[71] ἀγαθῶν· ὦν γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, καὶ τὰ ἐξῆς.
[1] ἀναπαύσεως from ἀναπαύω “to stop, rest, refresh, die”
[2] κηδόμενος from κήδω “to trouble, distress”
[3] προεστώτων from προΐστημι “to manage, stand before, lead”
[4] ἀφθονίᾳ from ἀφθονία “freedom from envy”
[5] δεόμενος from δεόμαι “to lack, pray, ask, beg”
[6] προτίμησον from προτιμάω “to prefer”
[7] ἀδείᾳ from ἄδεια “freedom, from free”
[8] δήποτε from δήποτε “ever, soever, sometime”
[9] δεῖπνον from δεῖπνον “dinner, supper”
[10] ἄριστον from ἄριστον “meal”
[11] συγγενεῖς from συγγενίς “relative”
[12] ἀναπήρους from ἀνάπηρος “maimed, mutilated”
[13] χωλοὺς from χωλός “crippled”
[14] ἀνταποδοῦναι from ἀνταποδίδωμι “to repay, give back”
[15] ἁπλῶς from ἁπλῶς “simply, sincerely, generously”
[16] δεξιώσεις from δεξίωσις “greeting, treatment”
[17] διψῶσιν from διψάω “to thirst”
[18] γυμνητεύουσιν from γυμνητεύω “to be naked”
[19] ξένοις from ξένος “stranger, strange, foreigner”
[20] πτωχεύσασιν from πτωχεύω “to become poor”
[21] Ἐτράφην from τρέφω “to feed”
[22] Διπλοῦν from διπλόος “twofold, double”
[23] δικαίωμα from δικαίωμα “ordinance, requirement, righteousness”
[24] κέρδος from κέρδος “gain”
[25] ἐπέταξεν from ἐπιτάσσω “to command, order”
[26] αἰσχροκερδείας from αἰσχροκέρδεια “covetousness”
[27] λυσιτελοῦντος from λυσιτελέω “to profit”
[28] λείψανα from λείψανον “remnant, piece left”
[29] Ἐννόησον from ἐννοέω “to consider, reflect”
[30] ὑδρία from ὑδρία “cistern, reservoir”
[31] ἀλεύρου from ἄλευρον “wheat-meal”
[32] καμψάκης from καμψάκης “flask”
[33] ἐκατονταπλασίονα from ἐκατονταπλασίων “a hundred times as much”
[34] ἀμοιβή from ἀμοιβή “requital, recompense”
[35] ζύμη from ζύμη “yeast, leaven”
[36] λιμὸς from λιμός “famine, hunger”
[37] ἐπέκειτο from ἐπίκειμαι “to press, line on, insist, attack”
[38] ἐκώλυσε from κωλύω “to hinder, prevent”
[39] ἐνεποδίσθη from ἐμποδίζω “to hinder”
[40] καταβαλούσης from καταβάλλω “to throw down”
[41] λεπτὰ from λεπτόν “copper coin”
[42] λήψομαι from λαμβάνω “to take, receive”
[43] ἐλίμωξεν from λιμώσσω “to be hungry, famished”
[44] αὐχμὸν from αὐχμός “drought”
[45] ὑπεύθυνος from ὑπεύθυνος “subservient to, subject to , guilty”
[46] προσκρούει from προσκρούω “take offense at, be angry with”
[47] ἁπλότητος from ἁπλότης “simplicity, singleness [of mind]”
[48] πολυπραγμονῆσαι from πολυπραγμονέω “to be busy about many things”
[49] ἐδίστασεν from διστάζω “to doubt”
[50] ἀκριβολογούμενον from ἀκριβολογέομαι “to be exact”
[51] ἐπιτυχεῖν from ἐπιτυγχάνω “hit the mark”
[52] ἐμπίπτει from ἐμπίτνω “fall upon”
[53] ἐπιθέτας from ἐπιθέτης “plotter, imposter”
[54] εὐλαβὴς from εὐλαβής “reverent, godly”
[55] περιτίθησιν from περιτίθημι “to put on, pretend to”
[56] σχῆμα from σχῆμα “form, outward form”
[57] διαπτύεσθαι from διαπτύω “to spit upon”
[58] ἅτε from ἅτε “just as, as if, so as”
[59] τέχνην from τέχνη “craft, trade, skill”
[60] ἀνευλαβέσιν from ἀνευλαβής “irreverent, ungodly”
[61] προσιών from προσίζω “to come and sit near”
[62] Aorist passive of κελεύω “to command”
[63] περιεργάζεσθαι from περιεργάζομαι “to be overly concerned about”
[64] Ἐκπριοῦν from ἐκπρίω “to saw off, cut off bonds”
[65] κτεινόμενον from κτείνω “to strike, kill, slay”
[66] φείσῃ from φείδομαι “to spare”
[67] πλείους from πλείων “more”
[68] ἁλισκόμενοι from ἁλίσκομαι “to be taken, conquered, fall into an enemy’s hand”
[69] ὑπομένουσιν from ὑπομένω “to endure, remain, wait upon”
[70] ἀθανάτων from ἀθάνατος “undying, immortal, eternal”
[71] ἐπιτευξόμεθα from ἐπιτυγχάνω “to obtain, attain, be successful”