Remember, although I attempted to provide a footnote for all words used 20x or less in the New Testament with a gloss, I may have missed some. Also, you may not know all words used more than 20x in the New Testament. Don’t let that stop you from participating. Just visit Perseus’ word study tool here, copy and paste the word you don’t know, and get morphological information and definitions for that word.
Vocabulary
- Chrysostom-Week 7 (Quizlet)
- Chrysostom-Week 7 (.docx)
Week 7: Homily 2, Section 4
δ´. Ἐπεὶ οὖν ἔστι κοινωνῆσαι[1] καὶ ἑτέρως χάριτος, καὶ πειρασμῶν καὶ θλίψεων, κοινωνῶμεν, παρακαλῶ, καὶ ἡμεῖς. Πόσοι τῶν ἐνταῦθα[2] ἐστώτων, μᾶλλον δὲ πάντες, ἐβούλεσθε κοινωνῆσαι τῷ Παύλῳ τῶν ἀποκειμένων[3] ἀγαθῶν! Ἔνεστιν,[4] εἰ βούλεσθε τοῖς τὴν διακονίαν ἀναδεδεγμένοις[5] τὴν ἐκείνου, τοῖς πάσχουσί τι δεινὸν[6] διὰ τὸν Χριστὸν συμμαχῆσαι,[7] βοηθῆσαι.[8] Εἶδες ἐν πειρασμῷ τὸν ἀδελφόν; ὄρεξον[9] χεῖρα. Εἶδες τὸν διδάσκαλον ἀγωνιζόμενον;[10] παράστηθι. Ἀλλ᾽ οὐδεὶς κατὰ Παῦλόν ἐστι, φησίν. Εὐθέως ἀπόνοια,[11] εὐθέως κρίνουσιν. Οὐδεὶς κατὰ Παῦλόν ἐστι, κἀγὼ ὁμολογῶ· ἀλλ᾽ Ὁ δεχόμενος, φησὶ, προφήτην εἰς ὄνομα προφήτου, μισθὸν προφήτου λήψεται. Μὴ γὰρ ἐκεῖνοι διὰ τοῦτο ἐθαυμάζοντο, ἐπειδὴ Παύλῳ συνέπραττον;[12] Οὐ διὰ τοῦτο, ἀλλ᾽ ἐπειδὴ ἀναδεξαμένῳ[13] τὸ κήρυγμα.[14] Παῦλος διὰ τοῦτο τίμιος[15] ἦν, ἐπειδὴ[16] ταῦτα ἔπασχε διὰ τὸν Χριστόν. Κατὰ Παῦλον μὲν οὐδείς ἐστι. Τί λέγω κατὰ Παῦλον; Ἀλλὰ οὐδὲ κατὰ μικρὸν ἐγγὺς τοῦ μακαρίου ἐκείνου· τὸ δὲ κήρυγμα τὸ αὐτό ἐστιν, ὅπερ[17] καὶ τότε. Οὐκ ἐν δεσμοῖς[18] δὲ ὄντι μόνον ἐκοινώνουν αὐτῷ, ἀλλὰ καὶ ἐξ ἀρχῆς· ἄκουε γὰρ αὐτοῦ λέγοντος· Οἴδατε δὲ καὶ ὑμεῖς, Φιλιππήσιοι, ὅτι ἐν ἀρχῇ τοῦ Εὐαγγελίου οὐδεμία μοι Ἐκκλησία ἐκοινώνησεν εἰς λόγον δόσεως[19] καὶ λήψεως,[20] εἰ μὴ ὑμεῖς μόνοι. Καὶ χωρὶς πειρασμῶν δὲ ἔχει πολὺν ὁ διδάσκαλος πόνον,[21] ἀγρυπνίαν,[22] κόπον[23] τὸν ἐν λόγῳ, διδασκαλίαν, μέμψεις,[24] κατηγορίας,[25] αἰτίας, βασκανίας.[26] Μικρὰ ταῦτα, τὸ μυρίων ἀνέχεσθαι[27] στομάτων, ἐξὸν[28] τὰ αὐτοῦ μεριμνᾷν;[29] Οἴμοι,[30] τί πάθω; ἐν μέσῳ δυοῖν ἐναπείλημμαι[31] πραγμάτων[32] ἀπορῶν·[33] βούλομαι μὲν γὰρ καὶ προτρέψαι[34] ὑμᾶς, καὶ παρακαλέσαι πρὸς τὴν συμμαχίαν[35] καὶ τὴν ἀντίληψιν[36] τῶν ἁγίων τοῦ θεοῦ· δέδοικα δὲ μὴ ἕτερόν τις ὑποπτεύσῃ,[37] ὅτι οὐχ ὑμῶν ἕνεκεν ἀλλ᾽ ἐκείνων ταῦτα λέγω. Ἴστε[38] δὲ, ὅτι οὐκ ἐκείνων ἕνεκεν ταῦτα λέγω, ἀλλ᾽ ὑμῶν. Καὶ εἰ βούλεσθε προσέχειν, δι᾽ αὐτῶν τῶν λόγων ὑμᾶς πείθω· οὐκ ἔστιν ἴσον[39] ὑμῖν τὸ κέρδος,[40] κἀκείνοις. Ὑμεῖς μὲν γὰρ ἐὰν δῶτε, ταῦτα δώσετε, ὦν καὶ μικρὸν ὕστερον[41] καὶ ἐκόντες[42] καὶ ἄκοντες ἀποστήσεσθε,[43] καὶ παραχωρήσετε[44] ἑτέροις· ἃ δὲ λαμβάνεις, πολλῷ μεγάλα ἐστὶ καὶ μείζονα. Ἢ οὐχ οὕτω διάκεισθε,[45] ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ μὴ οὕτω διάκεισθε, ὅτι διδόντες λήψεσθε; Εἰ γὰρ μὴ οὕτω διάκεισθε, οὐδὲ δοῦναι ὑμᾶς βούλομαι· οὕτως οὐ τὸν ὑπὲρ ἐκείνων ποιοῦμαι λόγον. Εἰ μὴ τις οὕτω πρότερον[46] ἑαυτὸν διέθηκεν,[47] ὡς λαμβάνων μᾶλλον ἢ διδοὺς, ὡς κερδαίνων[48] μυρία, ὡς εὐεργετούμενος[49] ἢ εὐεργετῶν, μὴ διδότω· εἰ ὡς χάριν παρέχων[50] τῷ λαμβάνοντι, μὴ διδότω. Οὐ γὰρ τοῦτό μοι περισπούδαστον[51] τοσοῦτον τραφῆναι[52] τοὺς ἁγίους· κᾶν γὰρ σὺ μὴ δῷς, ἕτερος δώσει. Ὥστε ὃ βούλομαι, τοῦτό ἐστιν, ὑμᾶς τῶν ὑμετέρων ἁμαρτημάτων παραμυθίαν[53] ἔχειν· ὁ δὲ μὴ οὕτω διδοὺς, οὐχ ἔξει παραμυθίαν. Οὐ γὰρ τὸ δοῦναι, τοῦτό ἐστιν ἐλεημοσύνην[54] ἐγάσασθαι, ἀλλὰ τὸ μετὰ προθυμίας, τὸ χαίροντα, τὸ χάριν εἰδότα τῷ λαμβάνοντι· Μὴ ἐκ λύπης[55] γὰρ, φησὶ, μηδὲ ἐξ ἀνάγκης·[56] ἱλαρὸν[57] γὰρ δότην[58] ἀγαπᾷ ὁ θεός. Εἰ μὴ τις τοίνυν οὕτω δίδωσι, μὴ διδότω· ζημία[59] γὰρ τοῦτό ἐστιν, οὐκ ἐλεημοσύνη. Εἰ τοίνυν ἴστε, ὅτι ὑμεῖς κερδανεῖτε, οὐκ ἐκεῖνοι, ἴστε, ὅτι μεῖζον ὑμῖν τὸ κέρδος γίνεται. Ἐκείνοις μὲν γὰρ τὸ σῶμα τρέφεται, ὑμῖν δὲ ἡ ψυχὴ εὐδοκιμεῖ·[60] ἐκείνοις οὐδὲν ἀφίεται τῶν ἁμαρτημάτων, ὅταν λάβωσιν, ὑμῖν δὲ τὰ πολλὰ τῶν προσκρουμάτων[61] ὑποτέμνεται.[62] Κοινωνῶμεν τοίνυν αὐτοῖς τῶν ἄθλων, ἵνα καὶ τῶν ἐκείνοις κοινωνήσωμεν μεγάλων ἐπάθών. Βασιλέας υἱοποιοῦντές[63] τινες, οὐχ ἠγοῦνται διδόναι μᾶλλον, ἢ λαμβάνειν. Υἱοποίησαι σὺ τὸν Χριστὸν, καὶ ἔξεις πολλὴν ἀσφάλειαν.[64] Βούλει καὶ Παύλῳ κοινωνῆσαι; τί λέγω Παύλῳ, ὅπου γε Χριστός ἐστιν ὁ λαμβάνων;
[1] κοινωνῆσαι from κοινωνέω “to share, take part”
[2] ἐνταῦθα from ἐνταῦθα “here, on one side”
[3] ἀποκειμένων from ἀποκείμαι “to store away”
[4] Ἔνεστιν from ἔνειμι “to be in, be there”
[5] ἀναδεδεγμένοις from ἀναδέχομαι “to receive, accept”
[6] δεινὸν from δεινός “terrible, dreadful”
[7] συμμαχῆσαι from συμμαχέω “to be an ally, be in alliance”
[8] βοηθῆσαι from βοηθέω “to help”
[9] ὄρεξον from ὀργέω “to lend, desire, aspire”
[10] ἀγωνιζόμενον from ἀγωνίζομαι “to strive, fight, struggle”
[11] ἀπόνοια from ἀπόνοια “madness, distraction, desperation”
[12] συνέπραττον from συμπράσσω “to help, assist”
[13] ἀναδεξαμένῳ from ἀναδέχομαι “to receive, accept”
[14] κήρυγμα from κήρυγμα “preaching”
[15] τίμιος from τίμιος “honor, precious, rare”
[16] ἐπειδὴ from ἐπειδὴ “since, because, for”
[17] ὅπερ from ὅσπερ “the very man who, the very thing which”
[18] δεσμοῖς from δεσμός “chains, bonds, imprisonment”
[19] δόσεως from δόσις “giving, gift”
[20] λήψεως from λήψις “taking hold, seizing, catching”
[21] πόνον from πόνος “work”
[22] ἀγρυπνίαν from ἀγρυπνία “sleeplessness, care”
[23] κόπον from κόπος “labor, trouble”
[24] μέμψεις from μέμψις “blame, censure”
[25] κατηγορίας from κατηγορία “accusation”
[26] βασκανίας from βασκανία “malign influence, witchery”
[27] ἀνέχεσθαι from ἀνέχω “to lift, esteem, hinder, stop, bear, suffer, be patient”
[28] From ἔξεστιν
[29] μεριμνᾷν from μέριμνα “care, anxiety”
[30] Οἴμοι from Οἴμοι “ah me, woe’s me”
[31] ἐναπείλημμαι from ἐναπολαμβάνω “to take in”
[32] πραγμάτων from πρᾶγμα “thing, deed”
[33] ἀπορῶν from ἄπορος “without passage, having no way in, out”
[34] προτρέψαι from προτρέπω “to encourage, persuade, urge on”
[35] συμμαχίαν from συμμαχία “alliance, offensive and defensive”
[36] ἀντίληψιν from ἀντίληψις “receiving in turn”
[37] ὑποπτεύσῃ from ὑποπτεύω “to observe, notice, guess, suppose, be suspicious”
[38] From οἶδα
[39] ἴσον from ἴσος “equal”
[40] κέρδος from κέρδος “gain”
[41] ὕστερον from ὕστερος “afterwards, last, later”
[42] ἑκόντες from ἑκών “willing”
[43] ἀποστήσεσθε from ἀφίστημι “to withdraw, remove, depart, leave”
[44] παραχωρήσετε from παραχωρέω “to go aside”
[45] διάκεισθε from διάκειμαι “to be disposed, affected, settled, served at table”
[46] πρότερον from πρότερος “former, formerly”
[47] διέθηκεν from διατίθημι “to make a covenant”
[48] κερδαίνων from κερδαίνω “to gain”
[49] εὐεργετούμενος from εὐεργετέω “to do good, serve as benefactor”
[50] παρέχων from παρέχω “to provide, cause, grant, present”
[51] περισπούδαστον from περισπούδαστος “much sought after, much defined”
[52] τραφῆναι from τρέφω “to feed”
[53] παραμυθίαν from παραμυθία “exhortation consolation, comfort”
[54] ἐλεημοσύνην from ἐλεημοσύνη “pity, alms”
[55] λύπης from λύπη “grief, pain”
[56] ἀνάγκης from ἀνάγκη “necessity, distress, calamity”
[57] ἱλαρὸν from ἱλαρός “cheerful”
[58] δότην from δότης “giver”
[59] ζημία from ζημία “loss, penalty”
[60] εὐδοκιμεῖ from εὐδοκιμέω “to be of good repute, highly esteemed, popular”
[61] προσκρουμάτων from πρόσκρουμα “obstacle, that which one strikes”
[62] ὑποτέμνεται from ὑποτέμνω “to cut away under”
[63] υἱοποιοῦντές from υἱοποιέομαι “to adopt as son”
[64] ἀσφάλειαν from ἀσφάλεια “safety, securely”