Remember, although I attempted to provide a footnote for all words used 20x or less in the New Testament with a gloss, I may have missed some. Also, you may not know all words used more than 20x in the New Testament. Don’t let that stop you from participating. Just visit Perseus’ word study tool here, copy and paste the word you don’t know, and get morphological information and definitions for that word.
Vocabulary
- Chrysostom-Week 11 (Quizlet)
- Chrysostom-Week 11 (.docx)
Week 11: Homily 3, Section 3
γ´. Ἐξετάσωμεν[1] γὰρ, εἰδοκεῖ, τὸ πρᾶγμα,[2] καὶ εὑρήσομεν, ὅτι, εἰ καὶ οὕτως ἐπέτρεπε[3] κηρύττειν, ὡς ἐκεῖνοι, οὐδὲ οὕτως εἰσήγετο[4] αἴρεσις.[5] Πῶς; Ὅτι ἐκεῖνοι ὑγιῶς[6] μὲν ἐκήρυττον, ὁ σκοπὸς[7] δὲ καὶ ἡ διάνοια,[8] μεθ᾽ ἧς ἐποίουν οὕτω, διέφθαρτο,[9] οὐ τὸ κήρυγμα[10] ἐνήλλακτο.[11] Καὶ πολλὴν εἶχον ἀνάγκην[12] οὕτω κηρύττειν. Διὰ τί; Ὅτι εἰ ἑτέρω; ἐκήρυξαν, οὐχ ὡς Παῦλος, εἰ ἑτέρως ἐδίδαξαν, οὐχ ὡς ἐκεῖνος, οὐκ ἂν τὴν τοῦ βασιλέως ὀργὴν ηὔξησαν· νῦν δὲ τῷ τὸ κήρυγμα αὐτοῦ αὔξειν καὶ ὁμοίως διδάσκειν, καὶ ἴσους[13] αὐτῷ μαθητὰς ποιεῖν, ἴσχυσαν ἐκπολεμῶσαι[14] τὸν βασιλέα, ἅτε πολλοῦ τοῦ πλήθους τῶν μαθητῶν φαινομένου. Ἀλλά τις μιαρὸς[15] καὶ ἀναίσθητος,[16] ἐπιλαβόμενος[17] τοῦ χωρίου[18] τούτου, φησί· Καὶ μὴν τὸ ἐναντίον[19] εἰργάσαντο ἂν, τοὺς ἤδη πεπιστευκότας ἀπήλασαν,[20] οὐχὶ τοὺς πιστοὺς ἐπιδοῦναι[21] ἐποίησαν ἂν, εἴ γε δακεῖν[22] αὐτὸν ἐβούλοντο. Τί οὖν ἐροῦμεν; Ὅτι πρὸς ἓν τοῦτο ἑώρων ἐκεῖνοι, τὸ κινδύνοις[23] αὐτὸν περιβαλεῖν τοῖς παροῦσι, τὸ μὴ ἀφεῖναι διαφυγεῖν·[24] καὶ τούτῳ μᾶλλον ᾤοντο[25] αὐτὸν λυπεῖν, καὶ τὸ κήρυγμα σβεννύναι,[26] ἢ ἐκείνως. Ἑτέρως μὲν γὰρ ἂν καὶ ἔσβεσαν τοῦ βασιλέως τὴν ὀργὴν, καὶ ἀφῆκαν ἂν ἐξελθεῖν, καὶ πάλιν κηρῦξαι· οὕτω δὲ δι᾽ αὐτὸν τὸ πᾶν ἑλεῖν[27] ἐνόμιζον,[28] ἀνελόντες[29] αὐτόν. Καὶ τοῦτο οὐκ ἦν τῶν πολλῶν συνιδεῖν, ἀλλὰ πικρῶν[30] τινων καὶ σφόδρα[31] μοχθηρῶν.[32] Εἶτα, Καὶ ἐν τούτῳ, φησὶ, χαίρω, ἀλλὰ καὶ χαρήσομαι. Τί ἐστιν, Ἀλλὰ χαρήσομαι; Κἂν ἐπιπλεῖον γένηται, φησίν. Ἐμοὶ γὰρ συμπράττουσι[33] καὶ ἄκοντες,[34] καὶ τῶν αὐτοῖς πεπονημένων[35] ἐκεῖνοι μὲν κόλασιν,[36] ἐγὼ δὲ ὁ μηδὲν συμβαλλόμενος,[37] μισθὸν λήψομαι. Ἆρα ἔστι τι τοῦ διαβόλου μιαρώτερον, τοῦ κήρυγμα ἐπινοήσαντος[38] ἀναδέξασθαι[39] κόλασιν τοῖς πειθομένοις προξενοῦν;[40] Ὁρᾷς πόσοις κακοῖς τοὺς ἑαυτοῦ περιπείρει;[41] κόλασιν καὶ τιμωρίαν αὐτοῖς ἐκ τοῦ κηρύγματος καὶ τῶν πόνων ἐπινοεῖ τούτων. Καὶ ποῖος ἂν ἄλλος ἐχθρὸς καὶ πολέμιος τῆς ἐκείνων σωτηρίας τὸ πᾶν οὕτω διέθηκεν;[42] Ὁρᾷς ὅτι ὁ τὴν ἀλήθειαν πολεμῶν[43] οὐδὲν ἰσχύει, ἀλλ᾽ ἑαυτὸν πλήττει[44] μᾶλλον, ὡς ὁ πρὸς κέντρα[45] λακτίζων;[46] Οἶδα γὰρ, φησὶν, ὅτι τοῦτό μοι ἀποβήσεται[47] εἰς σωτηρίαν διὰ τῆς ὑμῶν δεήσεως,[48] καὶ ἐπιχορηγίας[49] τοῦ Πνεύματος Ἰησου Χριστοῦ. Οὐδὲν τοῦ διαβόλου μιαρώτερον· οὕτω πανταχοῦ πόνοις[50] ἀνονήτοις[51] τοὺς ἑαυτοῦ περιβάλλει, καὶ διασπᾷ·[52] καὶ οὐ μόνον τῶν ἐπάθλων[53] οὐκ ἀφίησι τυχεῖν,[54] ἀλλὰ καὶ κολάσεως ὑπευθύνους[55] ποιεῖν οἶδεν. Οὐ γὰρ μόνον κήρυγμα, ἀλλὰ καὶ νηστείαν[56] τοιαύτην καὶ παρθενίαν[57] αὐτοῖς νομοθετεῖ,[58] ἢ οὐ μόνον μισθῶν ἀποστερήσει, ἀλλὰ καὶ μέγα κακὸν ἐπάξει[59] τοῖς αὐτὴν μετιοῦσι·[60] περὶ ὦν φησι καὶ ἀλλαχοῦ· Κεκαυτηριασμένοι[61] τὴν ἰδίαν συνείδησιν. Διὸ παρακαλῶ, ὑπὲρ πάντων εὐχαριστῶμεν τῷ θεῷ, ὅτι ἡμῖν καὶ τοὺς πόνους ἐπεκούφισε,[62] καὶ τοὺς μισθοὺς ηὔξησεν. Ὧν γὰρ οἱ παρ᾽ ἡμῖν γαμοῦντες σωφρόνως[63] ἀπολαύουσι[64] μισθῶν, οὐκ ἀπολαύουσιν οἱ παρθενεύοντες παρ᾽αὐτοῖς, ἀλλὰ τῇ τῶν πορνευόντων[65] οἱ παρθενεύοντες παρὰ τοῖς αἰρετικοῖς δικῃ γεγόνασ[66]ιν ὑπεύθυνοι. Πόθεν; Ἐκ τοῦ μὴ ὀρθῷ[67] σκοπῷ[68] τι ποιεῖν, ἀλλ᾽ ἐπὶ διαβολῇ τῶν τοῦ θεοῦ κτισμάτων[69] καὶ ἀπορρήτου[70] σοφίας αὐτοῦ. Μὴ δὴ ῥᾳθυμῶμεν·[71] ἔδωκεν ἡμῖν ὁ θεὸς συμμέτρους[72] ἀγῶνας,[73] οὐδένα πόνον ἔχοντας. Ἀλλὰ μὴ καταφρονῶμεν[74] διὰ τοῦτο. Εἰ γὰρ οἱ αἰρετικοὶ κατατείνουσιν[75] ἑαυτοὺς πόνοις ἀνονήτοις[76], τίς ἡμῖν ἔσται ἀπολογία μηδὲ τοὺς ἐλάττονας, καὶ πλείονα μισθὸν ἔχοντας βουλομένοις ἐνεγκεῖν; Τί γὰρ φορτικὸν,[77] τί δὲ ἐπαχθὲς[78] τῶν ἐπιταγμάτων[79] τοῦ Χριστοῦ; Οὐ δύνασαι παρθενεύειν; ἔξεστί σοι γαμεῖν. Οὐ δύναται πάντων ἑαυτὸν ἀποστερῆσαι[80] τῶν σῶν; ἔξεστί σοι ἀπὸ τῶν ὄντων χορηγεῖν·[81] Τὸ ὑμῶν περίσσευμα,[82] φησὶν, εἰς τὸ ἐκείνων ὑστέρημα.[83] Ταῦτα γὰρ εἶναι δοκεἶ φορτικὰ, χρημάτων[84] λέγω καταφρονεῖν, καὶ ἐπιθυμίας σωματικῆς[85] περιγενέσθαι·[86] τὰ δὲ ἄλλα οὐδεμιᾶς δεῖται[87] δαπάνης,[88] οὐδεμιᾶς βίας. Ποία γὰρ, εἰπέ μοι, βία τὸ μὴ βασκαίνειν[89] τοῖς ἑτέρων ἀγαθοῖς; ἢ ποία βία τὸ μὴ δόξῃ ἁλῶναι;[90] Τὸ βασανίζεσθαι[91] καὶ φέρειν, καρτερίας[92] ἐστί· καρτερίας, καὶ φιλοσοφίαν ἀσκεῖν·[93] καρετρίας, τὸ πενίαν[94] διενεγκεῖν·[95] καρτερίας, τὸ λιμῷ[96] προσπαλαῖσαι[97] καὶ δίψει. Ὅταν δὲ μηδὲν τούτων ᾖ, ἀλλ᾽ ἔξεστιν ἀπολαύοντα τῶν ὄντων, ὡς Χριστιανῷ προσῆκε,[98] μὴ φθονεῖν τοῖς ἑτέρων, ποία βία; Οὐδαμόθεν[99] ἄλλοθεν[100] ὁ φθόνος, ἀλλ᾽ ἐκ τοῦ προστετηκέναι[101] τοῖς παροῦσι, μᾶλλον δὲ πάντα τὰ κακά. Εἰ γὰρ μηδὲν ἐνόμιζες[102] εἶναι τὰ χρήματα, καὶ τὴν δόξαν τοῦ κοσμου τούτου, οὐκ ἂν τοῖς ἔχουσὶν.
ἐβάσκηνας
[1] Ἐξετάσωμεν from ἐξετάζω “to scrutinize, examine carefully”
[2] πρᾶγμα from πρᾶγμα “thing, deed”
[3] ἐπέτρεπε from ἐπιτρέπω “to entrust to, permit, allow, command”
[4] εἰσήγετο from εἰσάγω “to bring in, introduce”
[5] αἴρεσις from αἴρεσις “heresy, faction, sect”
[6] ὑγιῶς from ὑγιής “whole, healthy”
[7] σκοπὸς from σκοπός “goal, intention”
[8] διάνοια from διάνοια “thought, mind, intention”
[9] διέφθαρτο from διαφθείρω “to corrupt, destroy”
[10] κήρυγμα from κήρυγμα “preaching, proclamation”
[11] ἐνήλλακτο from ἐναλλάσσω “exchange”
[12] ἀνάγκην from ἀνάγκην “necessity, distress, calamity”
[13] ἴσους from ἴσος “equal”
[14] ἐκπολεμῶσαι from ἐκπολεμόω “to make hostile involve in war”
[15] μιαρὸς from μιαρὸς “stained”
[16] ἀναίσθητος from ἀναίσθητος “without sense, feeling”
[17] ἐπιλαβόμενος from ἐπιλαμβάνομαι “to take hold of”
[18] χωρίου from χωρίον “place, passage”
[19] ἐναντίον from ἐναντίον “before, opposite”
[20] ἀπήλασαν from ἀπελαύνω “to drive away, expel”
[21] ἐπιδοῦναι from ἐπιδίδωμι “to give”
[22] δακεῖν from δάκνω “to bite”
[23] κινδύνοις from κίνδυνος “danger, peril”
[24] διαφυγεῖν from διαφεύγω “to get away from, escape”
[25] ᾤοντο from οἴομαι “to suppose”
[26] σβεννύναι from σβέννυμι “to extinguish, quench”
[27] ἑλεῖν from αἰρέω
[28] ἐνόμιζον from νομίζω “to think, suppose”
[29] ἀνελόντες from ἀναιρέω
[30] πικρῶν from πικρός “bitter”
[31] σφόδρα from σφόδρα “exceedingly”
[32] μοχθηρῶν from μοχθηρός “wretched”
[33] συμπράττουσι from συμπράσσω “to join”
[34] ἄκοντες from ἀέκων “involuntary, unwillingly”
[35] πεπονημένων from πονέομαι “to be engaged in toil, labor, hard work”
[36] κόλασιν from κόλασις “punishment”
[37] συμβαλλόμενος from συμβάλλω “to meet, consider, compare”
[38] ἐπινοήσαντος from ἐπινοέω “to think on”
[39] ἀναδέξασθαι from ἀναδέχομαι “to receive, accept”
[40] προξενοῦν from προξενέω “to be protector”
[41] περιπείρει from περιπείρω “to put on a spit, pierce”
[42] διέθηκεν from διατίθημι “to arrange”
[43] πολεμῶν from πολεμέω “to be at war with”
[44] πλήττει from πλήσσω “to strike”
[45] κέντρα from κέντρον “any sharp point”
[46] λακτίζων from λακτίζω “to kick with the heel”
[47] ἀποβήσεται from ἀποβαίνω “to turn out, go away, depart”
[48] δεήσεως from δεήσις “prayer, entreaty, petition”
[49] ἐπιχορηγίας from ἐπιχορηγία “help, support supply”
[50] πόνοις from πόνος “labor, toil, pain”
[51] ἀνονήτοις from ἀνόνητος “unprofitable”
[52] διασπᾷ from διασπάω “to tear apart”
[53] ἐπάθλων from ἔπαθλον “prize of a contest”
[54] τυχεῖν from τυγχάνω “to obtain, happen, hit upon”
[55] ὑπευθύνους from ὑπεύθυνος “liable to give account for”
[56] νηστείαν from νηστεία “fast”
[57] παρθενίαν from παρθενία “virgin, virginity”
[58] νομοθετεῖ from νομοθετέω “to frame laws”
[59] ἐπάξει from ἐπάγω “to bring on, produce”
[60] μετιοῦσι from μέτειμι “to be among”
[61] Κεκαυτηριασμένοι from καυτηριάζω “to sear, brand”
[62] ἐπεκούφισε from ἐπικουφίζω “to lighten”
[63] σωφρόνως from σώφρων “sound mind, self-controlled”
[64] ἀπολαύουσι from ἀπολαύω “to have enjoyment”
[65] πορνευόντων from πορνεύω “to commit sexual immorality”
[66] ἐνεγκεῖν from φέρω
[67] ὀρθῷ from ὀρθός “straight, upright”
[68] σκοπῷ from σκοπός “goal, purpose”
[69] κτισμάτων from κτίσμα “creature, that which is created”
[70] ἀπορρήτου from ἀπόρρητος “ineffable, secret, hidden”
[71] ῥᾳθυμῶμεν from ῥᾳθυμέω “to leave off work, be lazy”
[72] συμμέτρους from σύμμετρος “commensurate with, of like measure”
[73] ἀγῶνας from ἀγών “conflict, contest, battle”
[74] καταφρονῶμεν from καταφρονέω “to despise”
[75] κατατείνουσιν from κατατείνω “to strive earnestly for, vehemently”
[76] ἀνονήτοις from ἀνόνητος “unprofitable”
[77] φορτικὸν from φορτικός “burdensome”
[78] ἐπαχθὲς from ἐπαχθής “heavy”
[79] ἐπιταγμάτων from ἐπίταγμα “command”
[80] ἀποστερῆσαι from ἀποστερέω “to give away, deny, defraud, rob, spoil”
[81] χορηγεῖν from χορηγέω “to supply, give aid”
[82] περίσσευμα from περίσσευμα “abundance”
[83] ὑστέρημα from ὑστέρημα “what is lacking, needs”
[84] χρημάτων from χρῆμα “possessions, wealth”
[85] σωματικῆς from σωματικός “bodily”
[86] περιγενέσθαι from περιγίγνομαι “to overcome, prevail against”
[87] δεῖται from δέω “to constrain, bind”
[88] δαπάνης from δαπάνη “cost, expenditure”
[89] βασκαίνειν from βασκαίνω “to bewitch, malign, disparage”
[90] ἁλῶναι from ἁλίσκομαι “to be taken, conquered, fall into the enemy’s hands”
[91] βασανίζεσθαι βασανίζω “to torment, torture”
[92] καρτερίας from καρτερία “patient endurance, perseverance”
[93] ἀσκεῖν from ἀσκέω “to do one’s best at, practice, work, live as an ascetic”
[94] πενίαν from πενία “poverty”
[95] διενεγκεῖν from διαφέρω “to be better, differ, spread, carry over”
[96] λιμῷ from λιμός “hunger”
[97] προσπαλαῖσαι from προσπαλαίω “to wrestle with”
[98] προσῆκε from προσήκω “to belong to, befitting”
[99] Οὐδαμόθεν from οὐδαμόθεν “from nowhere”
[100] ἄλλοθεν from ἄλλοθεν “from another place”
[101] προστετηκέναι from προστετήκομαι “stick fast to, cling to”
[102] ἐνόμιζες from ἐνόμιζω “to think, suppose”