Today is the beginning of a year-long series I will call “Translation Tuesday.” The goal: to translate through John Chrysostom’s 13 homilies on Philippians. We will use v. 62 of Migne’s text, which can be found here. I will use Migne’s text, not because it is the best available, but because it is in the public domain and available for consultation.
In this first reading, I have provided a tagged text. Scroll over each word, and you will receive an alt-text with tagging information. My hope is that my wife, Mary Beth, will complete a database that will allow you, the reader/translator, to contribute to the tagging process. Since tagging will not be available for each reading at the beginning of the week, subsequent readings will be a reader’s text. That is, I will provide glosses for words that occur 20x or less. A gloss will be provided for only the first occurrence of word within the weekly reading. If there are still gaps in your vocabulary, make sure you check out Perseus’ word study tool here. Also, flashcards will be available for each new reading.
I want this to be a community project. Offer any suggestions to improve upon the glosses I have provided, provide your translations in the comments section, and please, please, please help me tag the text when that functionality is available.
Vocabulary
- Chrysostom-Week 1 (Quizlet)
- Chrysostom-Week 1 (.docx)
Week 1: Homily 1, Section 1
Οἱ Φιλιπήσιοι ἀπὸ πόλεώς εἰσι τῆς Μακεδονίας Φιλίππων, οὕτω καλουμένης ἀπὸ τοῦ οἰκιστοῦ πόλεως κολωνίας, καθὼς ὁ Λουκᾶς φησιν· Ἐνταῦθα ἡ πορφυρόπωλις ἐπέστρεψεν, εὐλαβὴς γυνὴ σφόδρα, καὶ προσεκτική· ἐνταῦθα ὁ ἀρχισυνάγωγος ἐπίστευσεν· ἐνταῦθα ἐμαστίχθη ὁ Παῦλος μετὰ τοῦ Σίλα· ἐνταῦθα οἱ στρατηγοὶ ἠξίωσαν αὐτοὺς ἐξελθεῖν, καὶ ἐφοβήθησαν αὐτοὺς· καὶ λαμπρὰν ἔσχε τὸ κήρυγμα τὴν ἀρχήν. Μαρτυρεῖ δὲ αὐτοῖς καὶ αὐτὸς πολλὰ καὶ μεγάλα, στέφανον αὐτοῦ καλῶν αὐτοὺς, καὶ πολλὰ πεπονθέναι λέγων· Ὑμῖν γὰρ ἐχαρίσθη, φημί ἀπὸ θεοῦ οὐ μόνον τὸ εἰς αὐτὸν πιστεύειν, ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. Ὅτε δὲ ἔγραφε πρὸς αὐτούς, συνέβη αὐτὸν δεδέσθαι. Διὰ τοῦτό φησιν, Ὥστε τοὺς δεσμούς μου φανεροὺς, ἐν Χριστῷ γενέσθαι ἐν ὅλῳ τῷ πραιτωρίῳ· πραιτώριον τὰ βασίλεια τοῦ Νέρωνος καλῶν
Ἀλλ᾽ ἐδέθη καὶ ἐφείθη, καὶ τοῦτο πρὸς Τιμόθεον ἐδήλωσε, λέγων· Ἐν τῇ πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο, ἀλλὰ πάντες με ἐγκατέλιπον· μὴ αὐτοῖς λογισθείη· ἀλλ᾽ ὁ Κύριός μοι παρέστη, καὶ ἐνεδυνάμωσέ με. ὁ οὖν δεσμὰ, ἐν ὅς ἦν· πρὸ τῆς ἀπολογίας ἐκείνης δείκνυσιν ὄντα. Ὅτι γὰρ οὐ παρῆν Τιμόθεος τότε. δῆλον· Ἐν γὰρ τῇ πρώτῃ μου, φησὶν, ἀπολογίᾳ οὐδείς μοι συμπαρεγένετο. Καὶ τοῦτο, οὗτω γράφων, ἐδήλου. Οὐκ ἂν οὖν, εἰ ᾔδει τοῦτο, ἔγραψεν αὐτῷ. Ὅτε δὲ τὴν Ἐπιστολὴν ἔγραφε ταύτην μετ᾽ αὐτοῦ Τιμόθεος ἦν· καὶ δηλοῖ ἐξ ὧν φησιν· Ἐλπίζω δὲ ἐν Κυρίῳ Ἰησοῦ Τιμόθεον ταχέως πέμψαι ὑμῖν· καὶ πάλιν. Τοῦτον μὲν ἐλπίζω εὐθέως πέμψαι ὑμῖν, ὅταν ἀπίδω τὰ περὶ ἐμὲ, ἐξαυτῆς. Ἀφείθη γὰρ ἀπὸ τῶν δεσμῶν, καὶ πάλιν ἐδέθη μετὰ τὸ πρὸς αὐτοῦς ἐλθεῖν. Ὁ δὲ λέγει, Ὅτι καὶ σπένδομαι ἐπὶ τῇ θυσίᾳ, καὶ λειτουργίᾳ τῆς πίστεως ὑμῶν· οὐχ ὡς ἤδη τούτου γενομένου· ἀλλ᾽, ὅτι Καὶ ὅταν τοῦτο συμβῇ, χαίρω, φησὶ, διανιστῶν αὐτοὺς ἀπὸ τῆς ἀθυμίας τῆς ἐπὶ τοῖς δεσμοῖς· ὅτι γὰρ οὐκ ἔμελλε τότε ἀποθανεῖσθαι, δῆλον ἐξ ὧν φησιν, ὅτι Ἐλπίζω δὲ ἐν Κυρίῳ, ὅτι καὶ αὐτὸς ταχέως ἐλεύσομαι πρὸς ὑμᾶς· καὶ πάλιν, Καὶ τοῦτο πεποιθὼς οἶδα, ὅτι μένω, καὶ συμπαραμενῶ πᾶσιν ὑμῖν.
Ἦσαν δὲ πέμψαντες πρὸς αὐτὸν οἱ Φιλιππήσιοι τὸν Ἐπαφρόδιτον, χρήματα ἀποίσοντα αὐτῷ, καὶ εἰσόμενον τὰ κατ᾽ αὐτόν· διέκειντο γὰρ σφόδρα περὶ αὐτὸν ἀγαπητικῶς Ὅτι γὰρ ἔπεμψαν, ἄκουε αὐτοῦ λέγοντος· Ἀπέχω πάντα, καὶ περισσεύω, πεπλήρωμαι, δεξάμενος παρὰ Ἐπαφροδίτου τὰ παρ᾽ ὑμῶν. Ἐν ταυτῷ γοῦν ἐπεμψαν καὶ παρακαλέσοντες, καὶ εἰσόμενοι. Ὅτι γὰρ καὶ ἔπεμψαν εἰσόμενοι τὰ κατ᾽ αὐτὸν, δηλοῖ εὐθέως ἐν τῇ ἀρχῇ τῆς Ἐπιστολῆς κατ᾽ αὐτὸν γράφων, καὶ λέγων· Γινώσκειν δὲ ὑμᾶς βούλομαι, ὅτι τὰ κατ᾽ ἐμὲ μᾶλλον εἰς προκοπὴν τοῦ Εὐαγγελίου ἐλήλυθε· καὶ πάλιν, Ἐλπίζω Τιμόθεον ταχέως πέμψαι ὑμῖν, Ἵνα κἀγὼ, δηλοῦντός ἐστιν, ὅτι Ὥσπερ ὑμεῖς ὑπὲρ πολλῆς πληροφορίας ἐπέμψατε εἰσόμενοι τὰ κατ᾽ ἐμὲ, οὕτω καὶ ἐγὼ, Ἵνα εὐψυχῶ γνοὺς τὰ περὶ ὑμῶν. Ἐπεὶ οὖν καὶ πολὺν χρόνον ἦσαν μὴ πέμψαντες, ἀλλὰ τότε (τοῦτο γὰρ δηλοῖ διὰ τοῦ εἰπεῖν· Ἤδη ποτὲ ἀνεθάλετε τὸ ὑπὲρ ἐμοῦ φρονεῖν)· καὶ τότε ἤκουον αὐτὸν ἐν δεσμοῖς εἶναι· εἰ γὰρ περὶ Ἐπαφροδίτου ἤκουσαν, ὅτι ἠσθένησεν, οὐκ ὄντος σφόδρα ἐπισήμου, ὡς Παῦλος, πολλῷ μᾶλλον περὶ Παῦλου)· καὶ εἰκὸς ἤν αὐτοὺς θορυβεῖσθαι· διὰ τοῦτο ἐν τοῖς προοιμίοις τῆς Ἐπιστολῆς πολλὴν προσάγει παράκλησιν ὑπὲρ τῶν δεσμῶν, δεικνὺς ὅτι οὐ μόνον οὐ χρὴ θορυβεῖσθαι, ἀλλὰ καὶ χαίρειν. Εἶτα καὶ περὶ ὁμονοίας συμβουλεύει καὶ ταπεινοφροσύνης, ταύτην εἶναι ἀσφάλειαν αὐτοῖς διδάσκων μεγίστην, καὶ οὕτω τῶν ἐχθρῶν αὐτοὺς εὐκόλως δύνασθαι περιγενέσθαι. Οὐ γὰρ τὸ δεσμεῖσθαι λυπηρὸν τοῖς διδασκάλοις ὑμῶν, ἀλλὰ τὸ μὴ ὁμονοεῖν τοὺς μαθητάς. Τοῦτο μὲν γὰρ καὶ ἐπίδοσιν τῷ Εὐαγγελίῳ δίδωσιν, ἐκεῖνο δὲ διασπᾷ.
Pingback: Biblical Studies Carnival XCIV: December 2013 | Cataclysmic
This looks like great fun, Jacob. I’m down to join. I won’t be able to finish my own series on Philippians until the summer but I’m sure we will resonate with one another.
Thanks for this work!
My pleasure! Sadly, I haven’t been able to do more of it. I hope to get back to it soon.